Kitap 1
11
ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, ἢ πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν, ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος· πρὸς τοῖσι ξυνήθεσι πλάσμασι, μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης , καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης, καὶ ὑγρῆς καθάρσιος γιγνομένης , ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι· σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμά των νεωχμώσιος ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, ἢ κέγχρου, ἢ λίπαος θερμοῦ ἐν κυστεσι.The common reading is εἴδων, for which Wigan and Ermerins properly substitute ἁλῶν. I have made a few more alterations of my own, in justification of which, see Nonnus, Epit. 129. κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ. τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγ ῃ τὸ ἄλγος.