Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

11 ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο· ἄριστος δὲ ὁ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης. οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἁπαιτέου σι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχε ῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλʼ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ἡ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσι ος τοῦ πυρός· καὶ μετὰ τὴν ἀπόσβεσι ν ἀποσχάσα ντ α ἀφαιρέε ιν αἷμα, ὁκόσον ἂν ἡ δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον ἢ εἰ ἀπʼ ἄλλης προφάσιο ς ἀπὸ τῶν ὑποχονδρ ίω ν ἀφαιρέο ις αἷμα. ἐπιδηλοτ άτ η γὰρ ἐπὶ τῶν πλευριτι κῶ ν ἡ ἀπὸ σικύης ὠφελείη· ἅλες δὲ ἢ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἔῃ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμέ νῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ. οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, ἡ τροφὴ, ἀλλὰ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν· καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλʼ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi