Kitap 1
11
χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην· διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων· πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπʼ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι· ἀσίτῳ δὲ τὰ φαρμακώ δεα , κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον· καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν· τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν· τῶν δόσις μυστίλημίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι , εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ.