Kitap 1
2
τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ διʼ ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπανErmerins erases the clause ἀτενέες δὲ τὸ ξύμπαν ἔωσι altogether. By merely deleting the last word, and δὲ in the following clause, I flatter myself that I have succeeded in emending the text satisfactorily. ὀφθαλμοὶ, ὁκοῖόντι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, Ῥοδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψή ματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ· ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἶεν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν· ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων. καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα· ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφʼ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δʼ ἄλλα ὕπνου θελκτήρια.