Kitap 1
2
ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἔῃ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι· ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν· ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. In the original the term ὑδερώδεσι occurs before ξὺν; for which Wigan suggests ὑποχονδρίοισι, which Ermerins adopts; but, as will be seen, removes it a little way down the sentence. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται, καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά· μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ· ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας· τάδε γὰρ καὶ μελίκρη τον ποιέεει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ. ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι, (ἐπιξηραίνονται γὰρ πολλὰ), ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρή τῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ.