Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 2

Κεφ. α′. Θεραπεία Περιπνευμονίης.

1 κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφʼ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήμα τα· τάμνειν αὐτίκα τὰς ἐπʼ ἀγκῶνι φλέβας· ἠδʼ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἢ ἐκ μιῆς μέζονος, — ὡς ἀφʼ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἡ ἀντίσπασις τῶν ὑγρῶν ἔῃ· μὴ μέσφι λειποθυμίης· προστιμωρέει γὰρ τῇ πνιγὶ ἡ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν Ῥοὴν αὖθις ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἔωσι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα, ἢ ἀφρὸς, ἤ τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς.
1 χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, Ῥητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων ἡ κώλυσις ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, ἡ Ῥητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται.
1 Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι. ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἔῃ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται , οἷσί περ ὁ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην.
1 / 31 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi