Kitap 2
3
ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ, ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μἕλαινα· ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει·In this clause I have found it necessary to follow the conjectural emendation of Petit, which is adopted also by Ermerins, whose annotations on this passage are highly important. The language would appear to be imitated from the Hippocratic treatise De Morbis, iii. 6. ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί. ἢν δʼ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ ἥπατος, μέγα διασημαίνῃ , οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ διʼ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη, Ῥηϊδίως εἰς ᾄδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ.