Kitap 2
3
ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος· μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο·This is evidently the true reading, and not χρέος. τῆς δυνάμιος δὲ φείδεο. τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτι κοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω. καθαρὸς ἠὴρ, ψυχρότερος , ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομει δής· ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων· οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν.