Kitap 2
3
ποτὸν θᾶσσον καὶ συνεχέστερον ἢ τοῖσι ἄλλοισι· τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἔῃ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον. οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν ἡ νοῦσος ἐμφύνει. ἀσιτία δὲ, ἢ λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ ἡ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊδα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἕρπων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἶνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν. λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτι κοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃτε, καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο· πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι, λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε, ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς Ῥυμφάνειν μᾶλλον ἢ μασᾶσθαι· κἢν στερεὰ ἔῃ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα, μηδʼ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο ἢ τρεῖς· ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί· οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ μὲν Χῖος, ἢ Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ, Σουρεντῖνος, ἢ Φουνδανὸς, ἢ Φαλερῖνος, ἢ Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, ἢ νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἔῃ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν· κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ.