Kitap 2
4
ἢν δὲ τὰ πάντα ἐμέῃ, καὶ ὁ στόμαχος μηδὲν ἴσχῃ, ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροισι γὰρ ἔστησεν ἡ μεταβολή· τὰ θερμὰ δὲ ἔστω θερμότατα· ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν, καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν· συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν. ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος. ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν, καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι.
4
ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι· καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν, φοίνικες ἐν οἴνῳ δεδευμένοι , ἀκακίη, ὑποκιστίς. τάδε ξὺν Ῥοδίνῃ κηρωτῇ ἀναλαβόντα , ἐγχρίσαντα δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι. ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, σικυώνιον, γλεύκινον, ἢ παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ ψυχροὶ ἔωσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν Ῥάχιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν.
4
κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ, ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ἡ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα· ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος Ῥέῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν.
Κεφ. ε′. Θεραπεία Εἰλεοῦ.