Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 2

6 τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατʼ ἰσχίονErmerins alters the last two words to κατ’ ἰξύων. ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον.
6 ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.

Κεφ. ζ′. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου.

7 τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν Ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται. ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ῥίζωσις ἧπαρ, τῆς δʼ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi