Kitap 2
8
ἢν ἐνστάσιες λίθων ἔωσι, ἤν τε φλεγμασίη,The common reading is ἢν ἐνστάσιες λίθων ἔωσι ἔν τε φλεγμασί, in all the editions, which is improved greatly by a very slight alteration, as above. I have ventured to make it on my own authority. τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηο̈́νονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δʼ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατʼ ἰσχίον, μάλιστα δʼ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε· λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι· κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα. κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροιThe common reading, ἄποροι, is obviously at fault. Wigan, on good ms. authority, reads ἄπυροι, which is adopted by Ermerins. Petit suggests ἄπυοι, which would be most suitable to the place, if it were supported by as good authority as the amendment of Wigan. It is found, indeed, in the Lexicon of Suidas; but I am not aware that it occurs elsewhere. ἔωσι, καὶ λούειν κρέσσον· ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα· ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται.This is a fortunate emendation of Ermerins for ὑπερκέεται. Compare Herodotus, iii. 40.