Kitap 2
8
ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι· ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ διʼ ἐχιδνῶν καὶ σκίγκου The common reading, κοσκίνου, is evidently inadmissible. See P. AE i. iii p. 342. τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδʼ ὄναρ ἀπηλλάχθαιThis word is not in the text, but some such word is evidently required; and accordingly Ermerins has supplied it. δοκέειν τοῦ πόνου εἰθισμένοι· ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.The common reading is κατὰ μέλεα.
Κεφ. θ′. Θεραπεία τῶν κατὰ τῆν Κύστιν ὀξέων παθῶν.