Kitap 2
9
ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί. ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδαThis would appear to be the true reading. See Petit's Comment. and the note of Ermerins. In all the mss. it is τριχάδα. καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.In the mss. the reading is Ῥοιάδα πύου. See Wigan and Ermerins; also Liddel and Scott's Lexicon.
Κεφ. ι′. Θεραπεία Ὑστερικῆς Πνιγός.
10
Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῴου πάθη ἐν ὀσφρήσι· ἴεται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω.All the commentators are agreed that the common reading, προσιόντων, cannot stand. I have followed Ermerins in adopting a conjectural emendation suggested by Petit in part. ὧν δὲ κατὰ στόματι ἂν εἴη, ὀπίσω χάζεται ἠδὲ ἄνω· ἴῃ δʼ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα.