Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 2

10 πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης. καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω Ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω.It must be admitted, that the text is not in a satisfactory state; and yet I have not seen any emendation which I can think of adopting. For πάθεϊ, Ermerins reads βάθεϊ, which occurs in the margin of Henisch's edition; but I am not aware that this term is ever applied to any part of the uterus. The same objection applies to his use of τὼ πόδε in the next sentence. Were I disposed to meddle with the text at all, I should substitute βάρεϊ. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δʼ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλʼ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπʼ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων· λύχνου φλογὸς ἐσβεσμένης , καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης· μύρον ὁκοῖον ἂν ἔῃ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου , τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖσι γυναικηΐοισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς· ἠδὲ ὑποκλύζειν μὴ δριμέσι, μαλθακοῖσι , γλίσχροισι, ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω· ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς Ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς Ῥῖνας οἷά γε στρουθίου Ῥίζης, ἢ πεπέρεος, ἢ τοῦ κάστορος·I gratefully acknowledge the benefit I have derived from many verbal emendations made by Ermerins in this chapter. προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην· προσβάλλειν δὲ καὶ πρὸς Ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα. ἀνατρίψιες τοῦ προσώπου, τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι The common reading, ἐμποιήσι, is condemned by all the editors. I have adopted the ingenious emendation of Ermerins. ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι, ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν, καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος, καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι· καὶ ἢν ἐπανενέγκῃ, λούειν· καὶ ἐς ὥρην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια εὔροα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi