Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 2

2 πᾶσαι δὲ ἰδίαι ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ Ῥήξιος, ἢ διαβρώσιος , ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδʼ ἢν ἀπὸ θώρηκος, ἢ πνεύμονος, ἢ στομάχου, ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη. αἵματος γὰρ ἡ φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη, πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν Ῥέον· κακὸν δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου· κάκιον δὲ ἢν ἐκ Ῥήξιος καὶ διαβρώσιος.
2 χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος ξυνεπείγειν μᾶλλον ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκως μηδὲν σείηται — ἐρεθιστικὸν γὰρ αἱ σείσιες — κοίτη δὲ στερεὴ, μὴ κάρτα εἴκουσα μηδὲ βαθείη, ἄθερμος· ὄρθιον δὲ τὸ σχῆμα· ἡσυχίη λαλιῆς, ἠδὲ ἀκουσμά των. ψυχῆς ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi