Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 2

2 Ἡ δὲ τῶνδε καιριωτ έρη ἴησις ἐν τοῖσι ποτοῖσι καὶ καταπότοισι κέεται, ὡς ἄγχιστα τῶν τετρωμένων ἔῃ τὰ φάρμακα. τρισσὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺς ὀχετοὺς τοῦ Ῥοοῦ δῆσαι, ξυναγωγ ῇ καὶ πιέσι τῶν ἀγγείων, ἢ τὸ Ῥέον παχῦναί τε καὶ πῆξαι ὡς μὴ διαρρέῃ, κἢν παραπέμπωσι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰς ἐφόδους πρὸς ἕδρην τὴν ἀρχαίην τὸ αἷμα στήσαντα, ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις. ἐπὶ μὲν τῆς ἀραιώσιος τῶν φλεβῶν ἡ στῦψις ἀρκέει. διαρρέει γὰρ, ὡς ὑδρεῖον νέον δευθὲν,Petit was the first to remark, that the common reading, οὐθὲν, is inadmissible. τῇσι ἀραιώσεσι. ἀτὰρ ἠδὲ ἐπὶ τῇσι διαιρέσεσι στῦψις μὲν ἰητρείη ἐς τὴν ξυναγωγὴν τῶν χειλέων· μέζοσι δὲ καὶ δυνατωτέροισι τοῖσι φαρμάκοις χρέεσθαι. ἢν δὲ ὁ τῆς διαβρώσιος ἔῃ τρόπος, καὶ μὴ ξυνάγηται ὑπὸ τῆς στύψιος τοῦ ἕλκεος τὰ χείλεα, σεσήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν, πάγον χρὴ τοῦ αἵματος, ἀτὰρ ᾐδὲ τῆς θέρμης ποιέειν. ἀκινησίῃ γὰρ τῶνδε καὶ πήξι ἵσταται ὁ Ῥόος. ὀξύκρητον μὲν ὦν τοῖσι ἀραιοῖσι ἱκανὸν ἐς στῦψιν. οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐστι τὸ Ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ σμικρῶν τῶν στομίων· καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκις χρέος· μετεξετέροισι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη· ἀτὰρ καὶ φοινίκων ἢ κεράτιων ἐδωδίμων ἕψημα ποθὲν, μοῦνον ἤρκεσε. ἔστω δὲ τὸ ὄξος οἴνων μὲν τῶν στυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ δὲ, ἀλλὰ τῷ χρόνῳ δριμύτε καὶ στῦφον. ἐπὶ δὲ τῇσι διαστάσεσι τῶν τρωμάτων πρὸς τῷ ὀξυκρήτῳ ἔστω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώσσου χυλὸς, ἢ πολυγόνου, ἢ σέριδος, ἑκάστου μοίρη πρὸς τῷ ὀξυκρήτῳ· ἢν δʼ ἐπὶ μᾶλλον Ῥέῃ, ὑποκιστίδος, ἢ ἀκακίης ξηρῶν ἐμπάσσειν, ἐς γ′ κυάθους τοῦ ὀξυκρήτου, ὁλκῆς τῶνδε δραχμὴν μίην. ἄριστος δὲ καὶ χυλὸς ὄμφακος. ἢν δὲ κρέσσων ἡ ξυμφορὴ τῷδε γίγνηται, κηκίδα λείην καὶ βάτου Ῥίζην ξηρὴν, καὶ λίθον τὴν ἐξ ἁλὸς κουράλλιον λείην ξηρὴν ἐμπάσσειν. δυνατωτέρη δὲ τῶνδε τοῦ Ῥήου ἡ Ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ , τῆς Ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας. ἐπὶ δὲ τῇσι διαβρώσεσι τότε ὅλως ἐν ἐκείνῃ στῦψιν ἐμποιέειν ἐς πάγον τοῦ διαρρέοντος αἵματος· καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες· ἀλλὰ καὶ τὰ πινόμενα ἔστω κραταιὰ, δυνατὰ ποιῆσαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ, ἠδὲ λαγοῦ ταμισὸς, ἢ νεβροῦ, ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι. ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον μὲν ἡμικυάθου ἐς τρεῖς τοῦ ὀξυκρήτου, τῆς δὲ ταμισοῦ ὀβολοὶ μὲν τρεῖς, τὸ δὲ πλεῖστον ὀβολοὶ δʼ. ἐς δὲ τὰ τοιάδε εἴδεα τῆς φορῆς, καὶ γῆ ἀρίστη Σαμία, καὶ ἀστὴρ κάρτα λευκὸς, καὶ Ἐρετριὰς, In all the mss. and editions, the words καὶ Ἐρετριὰς come in between the Samian earth, and Samian aster. That they have been transposed by mistake, must be quite obvious to any one who will read the account of these substances given by Dioscorides, M. M. v. 171 and Galen, de Simpl. viii. t. ii. p. 118, ed. Basil. On these medicinal earths, see further, Paulus aegineta, t. iii. pp. 83 — 85, Syd. Soc. Edit. καὶ Σινῶπις, καὶ σφραγὶς ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον· ξύν τινι τῶν ἑψημάτων, φοινίκων, ἢ κερατίων ἐδωδίμων, ἢ Ῥιζῶν βάτων· ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήσσῃ, σιραίῳ τῷ Κρητικῷ ἐμπάσσειν τάδε. ἄριστον ἐς λείωσιν ἀρτηρίης καὶ ἄμυλος ξὺν τοῖσι δευθείς· ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴσχει. ἢν μὲν ὦν μὴ ξυνεπείγῃ ἡ φορὴ, ἅπαξ τῆς ἡμέρης πρὸ τῆς προσάρσιος δοτέον· ἢν δὲ, καὶ δὶς καὶ τρίτον ἐς τὴν ἑσπέρην.I have ventured to transpose the negative, μὴ, from the second clause of this sentence to the first; the sense absolutely requiring it. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐς σύστασιν· κηκὶς λείη· ἄριστον δὲ καὶ Ῥόος ἐς τὰ ὄψα, γίγαρτα, καὶ ὁ ὀξυλαπάθου καρπὸς, καὶ ἰδίῃ ἑκάστου, καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον ·On this form of circumlocution, see below. Morb. Diuturn. Curat. II 7. ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου διʼ ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi