Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

4 ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι. φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώ δεος ἐφʼ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπο, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ Ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi