Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

4 ἢν ὦν τῆς κεφαλῆς λάβηται, ἐνοικέει· τῇδε ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας , — ἠδʼ ἀμφὶ τὰς καθάρσιας, I wonder that Ermerins should have thought it necessary to expunge these words. It appears to me that, from the commencement of this paragraph down to τλήμονας, we have one of those long and complicated sentences in which Thucydides, Demosthenes, and other of the great writers of antiquity delighted. This style of composition is very different from the periodic style in which Roman, French, and English authors compose their works. Clarendon, Milton, and Cobbett are the best examples we have, in English, of the old Grecian style of writing in long sentences. — φλεβῶν τῶν ἐπʼ ἀγκῶνος, μετώπου τῆς ὀρθίας, σικύης· τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι, πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη· ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω· καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων, τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα· πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα· φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους· εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν· ἀνύει γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τʼ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ· καὶ ἐπὴν ἐς μύδησιν, ἢ καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται· δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων· χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος, τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν. κανθαρί δες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν ἢν κεφαλὴ πεπόνθῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi