Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

4 ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην καὶ τάδε ἐπάγει τὴν νοῦσον, — ἥκιστα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον, ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου, — ὅκως δʼ οὖν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπʼ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ σπλάγχνων γὰρ ἡ Ῥοή· ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων, καὶ τῇ ἱερῇ, καὶ κνεώρῳ, καὶ κόκκῳ κνίδης· τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων ἡ σικύη· ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, ὁ φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι , εὔροα καὶ εὔπνοα ποιέειν· καὶ πεπτηρίοισι φαρμάκοισι , θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ· κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρή τῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη, καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου· εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κιννάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου , καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὕροις ἐν τοῖσδε τῶν δυνατωτάτων; λόγος, ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη, καὶ αἱ κατοικίδιοι γαλέαιThat this is the true reading, and not οἱ ἐνοικάδιοι γαλεοὶ, is quite obvious from Dioscorides, ii. 27. All the γαλεοὶ were sea animals. See Appendix to Dunbar's Greek Lexicon. βρωθέντες λύουσι τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας. ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ· εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο, ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν· ἄλλη δέ τις γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖσι μέχρι τῶνδε τλήμοσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi