Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

4 Προσαρήγειν δὲ καὶ τῇ διαίτῃ, καὶ ἑκάστοισι τῶν γινομένων, ἢ διʼ ἄλλων, ἢ διʼ αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν, μηδὲ πρήσσειν τι εἰκῆ, μάλιστα μὲν ἐφʼ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦν τα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν.Ermerins, following the advice of Petit, by the addition of μὴ, and slightly altering the punctuation, greatly improves the text in this place. Our author evidently alludes to the celebrated passage in the Epidemics of Hippocrates. See vol. i. p. 360, Syd. Soc. Edit. καὶ γὰρ ὁρήματα ὁκόσα μὴ θηητὰ, καὶ ἀκούσματα, καὶ γεύματα, καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα. ὕπνος πολλὸς, παχυτὴς , ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον, μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροὶ, εὐθέες, ἀνέλικτοι, εὔπνοοι , ὑπὸ δένδρεσι μὲν μυρσίνης, ἢ δάφνης, ἢ τοῖσι δριμέσι, καὶ εὐώδεσι βοτάνῃσι δὲ, καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόσμῳ· μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ μὴ, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραὶ καὶ αἵδε εὐθέες· ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν εἰς τὸ Ῥεῦμα ἐνορῆν,(ἰλίγγων γὰρ ποιητικὸν Ῥόος) μηδὲ ἐς κύκλον στρωφώμενον, μηδὲ βέμβικα δινεύμενον.The common reading is μηδὲ ἐν κύκλῳ στροφούμενον, for which Ermerins proposes to substitute the above, on the authority of a Parisian ms. ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα· ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις· ἀπὸ δὲ τῆς αἰώρης, περίπατος ἠρεμαῖος· ἔπειτα ἡ ἡσυχίη, ἐς ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου· γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας, τριβέντων τῶν ἄκρων ἀφʼ ἡμιτυμβίου λινοῖσι ὠμοῖσι· I have not scrupled, in this sentence, to follow Ermerins in substituting τριβέντων for ἐνόντων, which has no meaning suitable to the place. The passage is still obscure. ἄλειμμα μὴ κάρτα λιπαρόν· τρῖψις ἐν μελλήσει μὲν οὖσα,Instead of ἐν μελλήσει, Ermerins reads ἐμμέλης. I am doubtful. σκληροτέρη δʼ ἐς πύκνωσιν· οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι. μεσηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω. γυμνάσια τὰ εἰς τὸν αὐχένα καὶ ὤμους· χειρονομίη· πάντα ὁκόσα μοι ἐπὶ σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου. πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi