Kitap 1
4
τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι, κακόν· σιτώδεις δὲ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ, καὶ τὰ ἐκ τῶνδε Ῥοφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν. τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα, πεπέριος, ζιγγιβέριος, λιγυστικοῦ. ἐμβάμμα τα δὲ, διʼ ὄξεος καὶ κυμίνου, καὶ ἡδέα καὶ χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν· εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ· ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ φύσι, οἷόν τι τὰ πτηνὰ, πλὴν νήσσης· καὶ τῇ πέψι, ὅκως λαγωοὶ, ὑῶν πόδες, τάριχος· καὶ ἐπὶ τοῖσι, δίψος ἀγαθόν. οἴνου ὀλιγοποσίη, λευκοῦ, λεπτοῦ, εὐώδεος, οὐρεομένου· λαχάνων ἑφθῶν, ὁκόσα ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι, ὁκοῖόν τι κράμβη, ἀσπάραγος, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφʼ ὥρᾳ· σίκυος δὲ καὶ πέπων ἀνδρὶ μὲν κρατερῷ περιττὰ, τισὶ δὲ δοτέον μέσφι γεύσιος. κακὸν γὰρ τῶνδε ἡ πληθὺς, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ σταφυλῆς ἡ χρῆσις ὡραῖος· περίπατοι· ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος.
4
ὀργὴ δὲ καὶ λαγνείη, κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ σύμβολα. ἀπάτη δέ τις ἔς τε μετεξετέρους ἰατροὺς συνουσίης. ἐπεὶ γὰρ ἡ τῆς φύσιος εἰς ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήσσει, μετεβιάσαν το τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ, ὡς θᾶσσον ἀναρρώς οντ ες· ἀγνοέου σι δὲ τῆς φύσιος τὴν αὐτομάτην προθεσμίην, ἐφʼ ᾗ πάντα γίγνεται τὰ ἄκεα· ἥδε γὰρ ἑκάστῃ ἡλικίῃ συντίκτει τὰ οἰκεῖα ἐν χρόνοις ὡραίοισι. ἐν χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου, πολιῆς. τίς ὦν ἰητρὸς προσαλλάξαι τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν, τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην; ἀλλὰ καὶ προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί τινες ἔασι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενο ἀωρίῃ τοῦ πρήγματος.
4
βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι. ψυχρὸν γὰρ, καὶ ὑγρὸν, ἡ νοῦσος.
Κεφ. ε. Θεραπεία Μελαγχολίης.