Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

5 χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφʼ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης , οὐδʼ ἐπὶ σμικρῷ τῷ πλήθεϊ· ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὥρης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἴη ἐπίκαιρος ἡ Ῥοή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαὶ, χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ τροφή· τάμνειν δὲ κἢν ἰσχνοὶ ἔωσι, καὶ λείφαιμοι· σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις · οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ, καὶ χολῶδες, καὶ πεπηγὸς εἴη τὸ αἷμα, καὶ μέλαν ὅκως ἀμόργη, ἀλλὰ τόδε ἐστὶ τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ φύσις ἐξίσταται τῆς ἕδρης· ἢν δὲ πολύαιμος ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα· καὶ μὴ αὐτῆμαρ ὁκόσον χρὴ ἀφαιρέειν, ἀλλʼ ἐκ διαστάσιος· καὶ αὐτῆμαρ δέ· τὸ δὲ πλῆθος δηλώσουσιν αἱ δυνάμιες. μεσηγὺ δὲ, ἁδροτέρως διαιτᾶν ἐς ἄλλης κενώσιος ὑπομονήν. χρὴ γὰρ καὶ τῷ στομάχῳ ἀρήγειν, καὶ τῷ νοσέοντι καὶ κάμνοντι, τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. ἐπίπροσθεν μιῆς ἡμέρης λεπτῶς διατηθέντι , μέλανος ἐλλεβόρου δοτέον ξὺν μελικρήτῳ, σταθμοῦ ὁκόσον ὁλκὰς δύο. ὑπάγει γὰρ ὅδε μέλαιναν χολήν· ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη, καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄριστον δὲ ξυμμίσγοντα διδόναι ἑκάστου μέρος ἓν ἐς ὁλκὴνδύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆς καθάρσιος, καὶ οἴνου βραχὺ διδόναι, καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος. στομάχου γὰρ τῇ δυνάμει καματηρὸν ἡ κάθαρσις. μεταβαίνειν αὖθις ἐπὶ τὰ μέσα· ἄχρι δὲ προχαλάσαντα ἐπιπλάσματι καὶ τέγξι, σικύην πρὸς τὸ ἧπαρ καὶ τὴν κοιλίην, ἢ τὸ στόμα ταύτης, προσβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεσις πολλόντι ἐπικαιροτέρη τῆς φλεβοτομίης· προσβάλλειν δὲ καὶ τοῖσι μεταφρένοισι μεσηγὺ τῶν ὠμοπλατέων· ἐνταῦθα τοῦ στομάχου ἐστὶ ἡ πρόσφυσις. εἶτʼ αὖθις ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαστηθῇ ἡ δύναμις, τὴν κεφαλὴν ξυρέειν · ἔπειτα σικύην τῇ κεφαλῇ προσβάλλειν, καὶ γὰρ ἡ πρώτη καὶ μεγίστη τῆς νούσου ἐν τοῖσι νεύροισι Wigan and Ermerins have very properly substituted this word for νούσοισι. Petit suggests ἐν τοῖσι ἄλλοισι. αἰτίη. ἀλλʼ οὐδὲ αἱ αἰσθήσιες ἔασι ἀσινέες, ἐκεῖθεν γάρ σφεων ἡ ἀπόστασις καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε, κοινωναὶ οὖσαι τῆς πάθης· μετεξέτεροι δὲ καὶ παραισθάνονται, παραφορῇ τῆς αἰσθήσιος· χρὴ δὲ μάλιστα τῷ στομάχῳ ἀρήγειν, καὶ τοῦδε νοσέοντος, καὶ ἐν τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψινθίου ξυνεχῶς, ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆς γενέσιος. ἀγαθὸν δὲ καὶ ἀλόη, ἥδε γὰρ ὑπάγει εἰς τὸ κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθος ᾖ, καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ, οὐκ ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς δὲ λοιπῆς διαίτης χρέος, ἔς τε ἀνάληψιν τῆς ἕξιος, καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος, καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψι βιοτήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi