Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

5 ἐπὶ δὲ τοῖσι πόνοισι τοῖσδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης δὲ ἐκινήθη· ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος. καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ,It is so accented in all the mss. and editions. ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες Ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ ΚρητικῷWigan has substituted this reading for θηραίῳ τῷ κρητί. καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον , κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια , πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ Ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον, καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου , καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ Ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι· ἄλλʼ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν.

Κεφ. η. Θεραπεία Φθίσιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi