Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

2 κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη· καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς, ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ. εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου, μέζω γὰρ προσεπιγίγνεται ἄχθεα, τάμνειν τὴν ἐπʼ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν. ἄριστον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος, ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν· μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν, ἔπειτα τὴν ἱερὴν, τὸ καθαρτήριον, ξὺν μελικρή τῳ πιπίσκειν. ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί· κἢν εὖ καθαίρηται , λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν· ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν. κυριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις· τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω, κενεαγγ έειν γὰρ οὐ χρή· ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην. τὴν δὲ ἑτέρην τὴν μεσηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον , σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν· κεφαλαίην γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν διπλαῖ δέ· αἱ μὲν κατόπιν εἰσὶ ὤτων σμικρόντι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι· αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπρος θεν, αὐτῶν πλησίον. παράγεται γὰρ τῷ ἀντιτράγῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi