Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 1

7 ἥπατι ἕλκος ἔοι ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ ἡγεμὼν ὁ στόμαχος· ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπη τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα. ἤν τε διʼ ἐντέρων ἥκῃ, στρόφοι, γαστὴρ ὑγρὴ, φλέγματα καὶ χολὴ, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ, ἢ περίπλυσις ὁκοίη κρεῶν ὠμῶν· ἢν δὲ ἐς κύστιν ἔῃ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ. τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα· ἔπειτα θολερὰ, ἀνυπόστατα καὶ ἀκατάστατα· ἐπὶ πᾶσι δὲ καὶ ἡ ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω Ῥέπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος, ἢ χολῆς, λειποθυμίη , σκοτοδινίη, μέσφι ξυρραγῇ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi