Thesauros Edebiyat medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Kitap 2

ΒΙΒΛΙΟΝ *β.

Κεφαλὴ πρώτη λείπει. Κεφ. β. Θεραπεία Διαβήτο υ.

1 ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον, τὸ περιτόναιον, οὐδʼ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ. διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ ωὐτὴ, καὶ σύντηξις· ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται. ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον· δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει.
1 ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι· ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν, πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος· δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδʼ ὅσον γίγνηται δίψεος ἄκος. πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ χυλὸς μὲν ξὺν νάρδῳ καὶ Ῥοδίνῳ, ἄριστον ἐς τέγξιν· ἐπίπλασμα δὲ ἡ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μῖξις ἀγαθὴ, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα.
1 ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ, καὶ γάλα, καὶ ξὺν τῷδε σιτία, ἄμυλοι, χόνδροι, Ῥοφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος· οἶνος δὲ, στύφων θʼ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος· This word, or some other of similar import, is evidently required in this place, as Petit was the first to suggest. Ermerins does not hesitate to adopt it. ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς, ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ βίος ωὐτός.
1 / 10 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi