Kitap 2
Κεφ. ιγ. Θεραπεία Ἐλέφαντος.
7
τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι. ἐλέφαντος δὲ τηλίκου κακοῦ τίς ἀξιόνικος γίγνοιτʼ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ, ἢ σπλάγχνῳ ἑνὶ, ἢ ἔνδον ἐνσκήπτει μοῦνον, ἢ ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη· δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον ἢ λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν Ῥηϊδίη βαφή. τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος;The common reading, ἄξιον ἔχον, is changed by Ermerins to ἀξιόνικον. I cannot see that this change is any improvement. ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα, καὶ διαίτην, καὶ σίδηρα, καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος· ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος, καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος ὁ νοσέων.