Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
15.8 Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον.
15.9 οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.
15.10 ὅπου δὴ λέγεται ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλʼ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν.

Ἄλλη βοήθεια

16.1 Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.
16.2 πρῶτον μὲν οὖν νυκτὸς οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.
16.3 χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα.
16.4 δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.
16.5 δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο.
16.6 ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi