Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
23.5 οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες ἐπέθεντο παραδόξως τοῖς πολεμίοις· ποιοῦντες δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ μηδὲν τῶν τοιούτων παρορᾶν.
23.6 Οὐ μὴν οὐδʼ ἐν ταῖς νυξὶν ἀσκέπτως μετʼ ὄχλου ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ δι’ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι.
23.7 πρᾶξις δὲ καὶ ἥδʼ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δι’ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν,
23.8 γενομένου δὲ τούτου οἵ τε ἄρχοντες καὶ οἱ συνεθέλοντες τοὺς πολίτας παρεκάλουν εἰς βοήθειαν. ἐπειδὴ δʼ ἠθροίσθη τὸ πλῆθος τῶν πολιτῶν πρὸς τὰς πύλας σὺν ὅπλοις, τοιόνδε ἐτεχνάσαντο.
23.9 προεῖπον οἱ ἄρχοντες τοῖς ἠθροισμένοις ὅτι τρία μέρη αὐτοὺς γενομένους δεῖ ἐνεδρεῦσαι μικρὸν ἀπωτέρω τῆς πόλεως, παραγγείλαντες ἃ προσῆκεν πρὸς τὰ μέλλοντα, τοῖς δὲ ἀκούουσιν ἦν ἀνύποπτα.
23.10 καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις· αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi