2.6
ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.
2.7
Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά·
2.8
εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.
Ἄλλη πολιτοφυλάκων σύνταξις
3.1
Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστήσαι, εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ ἀποδείξειεν, ἐφʼ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν. κατὰ πολυπλήθειαν δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους φυλαττόντων.
3.2
ἔπειτα οὕτως ἀφʼ ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.
3.3
ὁμοτρόπως δὲ καὶ φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν.
3.4
ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας. πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται.