Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
24.18 προενθυμεῖν δὲ τῶν κυνῶν, μὴ διὰ τὸν συριγμὸν ἀσύμφορον ἐξ αὐτῶν ᾖ. ἐχρήσαντο δὲ αὐτῷ καὶ ἐν Θήβαις ὅτε τὴν Καδμείαν καταλαβόντες ἐσκεδάσθησαν νυκτὸς καὶ ἠγνόησαν ἀλλήλους, πρὸς συριγμὸν δὲ συνελέγοντο.
24.19 τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν· οὐδὲν γὰρ προσήκει τὸν ἕτερον ἐρωτᾶν. ὡς γὰρ περίοδος καὶ πολέμιος ἂν ἐρωτῴη.

Παρασυνθήματα

25.1 Ἔνιοι δὲ παρασυνθήμασι χρῶνται τῶν τε πανείων ἕνεκεν καὶ πρὸς τὸ γνωρίζειν μᾶλλον τοὺς φίλους.
25.2 εἶναι δὲ καὶ παρασυνθήματα ὡς ἰδιαίτατα καὶ δυσγνωστότατα τοῖς πολεμίοις. εἴη δʼ ἂν τὰ παρασυνθήματα τοιάδε. ἐν μὲν ταῖς σκοτειναῖς νυξὶν τό τε σύνθημα ἐρωτᾶν καὶ φωνεῖν τι, μᾶλλον δὲ καὶ ψόφον ἐμφανίσαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνεσθαι καὶ ἄλλο τι προσυγκείμενον φωνῆσαι ἢ ψόφον ἐμφανίσαι· ἐν δὲ τοῖς φαεινοῖς χρόνοις τὸν μὲν ἐρωτῶντα τὸ σύνθημα τὸν πῖλον ἀφελέσθαι ἢ ἐν τῇ χειρὶ ἔχοντα ἐπιθέσθαι,
25.3 ἔστιν δὲ καὶ ἐπαγαγέσθαι τὸν πῖλον ἐπὶ τὸ πρόσωπον καὶ ἀπαγαγέσθαι ἀπὸ τοῦ προσώπου,
25.4 ἔτι δὲ καὶ τὸ δόρυ καταπῆξαι προσιόντα ἢ εἰς τὴν ἀριστερὰν παραλαβεῖν, ἢ ἔχειν ἐν τῇ χειρὶ ἄραντα ἢ ἀνελέσθαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνασθαι καὶ τούτων τι προσυγκείμενον ποιῆσαι.

Περιοδεῖαι

26.1 Περιοδεύειν μὲν ἐν τοῖς κινδύνοις πρῶτον τῶν ἐν τῇ ἀγορᾷ ἠθροισμένων λόχων δύο ὑπὸ τὸ τεῖχος ἐναλλὰξ ἀλλήλοις, διεσκευασμένους τοῖς ὑπάρχουσιν ὅπλοις καὶ παρασυνθήμασιν, ὡς ἀκριβῶς ἐκ πλείονος διαγνῶναι ἑαυτούς.
26.2 τοὺς δὲ τὴν πρώτην φυλακὴν περιοδεύοντας ἀδείπνους χρὴ περιοδεύειν· τυγχάνουσι γὰρ οἱ τὴν πρώτην προφυλάσσοντες ἀπὸ δείπνου ὄντες ῥᾳθυμοτέρως τε καὶ ἀκολαστοτέρως διακείμενοι.
26.3 περιοδεύειν δὲ ἄνευ λαμπτῆρος, ἂν μὴ λίαν χειμὼν ᾖ καὶ σκότος· εἰ δὲ μή, οὕτω ὁ λαμπτὴρ φεγγέτω, εἰς ὕψος μὲν μηδέν (κεκαλύφθω γάρ τινι), ἐπὶ δὲ τὴν γῆν καὶ τὰ πρὸ τῶν ποδῶν μόνον φεγγέτω.
26.4 ἐν ἱπποτροφούσῃ δὲ πόλει καὶ ἐν ἱππασίμῳ χειμῶνος ἱππεῦσι περιοδεύειν· ἐν γὰρ τοῖς ψύχεσιν καὶ πηλοῖς καὶ μήκεσι τῶν νυκτῶν θᾶσσον ἀνύοιτʼ ἂν ἡ περιοδεία.
26.5 ἐὰν δὲ ἅμα τούτοις καὶ ἐπὶ τοῦ τείχους περιοδεύωσιν, ὥστε τινὰς μὲν τὰ ἔξω τοῦ τείχους ἐπισκοπεῖσθαι, τινὰς δὲ τὰ ἔσω·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi