Thesauros Edebiyat military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
27.9 διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν.
27.10 συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν.
27.11 ἐπαύθη δὲ καὶ τοιῷδε τρόπῳ. στρατοπέδῳ θορυβουμένῳ νυκτὸς κηρύξας σιγὴν ὁ κήρυξ ἀνήγγειλεν τὸν μηνύσαντα τὸν ἀφέντα τὸν ἵππον δι’ ὃν ἦν τὸ θορυβηθῆναι δῶρον ἀργυρίου λήψεσθαι.
27.12 χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν ταῖς νυξὶ πάσχῃ στράτευμα, καθʼ ἑκάστην φυλακὴν καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει αὐτίκα.
27.13 τοῦ δὲ ἄλλου πλήθους ἀπὸ συσσιτίου ἑκάστου ἄνδρα παραφυλάσσειν, ὅπως, ἐάν τις φόβος γένηται, οὗτοι δὴ εἰδότες τοὺς ματαίους φόβους καταπαύσωσι τοὺς παρʼ αὑτῷ ἕκαστος.
27.14 Αὐτὸν δὲ θορυβεῖν νυκτὸς τὸ τῶν ἐναντίων στράτευμα δαμάλεις τὰς ἀγελαίας μετὰ κωδώνων ἀφιέντα εἰς τὸ στρατόπεδον καὶ ἄλλα ὑποζύγια, οἶνον ποτίσαντα. Ἔγερσις
27.15 Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων· καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.

Πυλωρικά

28.1 Προνοεῖσθαι δὲ καὶ τάδε ἐν φόβῳ οὔσης πόλεως. πύλας τὰς μὲν ἄλλας κεκλεῖσθαι, μίαν δὲ ἀνεῷχθαι ᾗ ἂν δυσπροσοδώτατον ᾖ τῆς πόλεως καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτῆς μέλλωσιν ὁρᾶσθαι οἱ προσιόντες,
28.2 καὶ ἐν ταύτῃ ἐκτομάδα, ἵνα σώματα μὲν ἀνθρώπων κατὰ τὴν ἐκτομάδα πυλίδα ἐξίῃ καὶ εἰσίῃ καθʼ ἕνα· οὕτω γὰρ ἂν ἥκιστά τις λανθάνοι αὐτομολῶν ἢ κατάσκοπος εἰσιών,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi