32.7
εὐθὺ τὸν λίθον ἐπαφίεσθαι. ἄριστον δὲ πρὸς τὰ διακόπτοντα τὸ τεῖχος καὶ τόδε παρεσκευάσθαι. ὅταν γνῷς ᾗ προσάγεσθαι τοῦ τείχους, ταύτῃ χρὴ ἔσωθεν ἀντιπαρασκευάζειν ἀντίκριον, διορύξαντα τοῦ τείχους μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων, ἵνα μὴ προΐδωσιν πρότερον οἱ πολέμιοι· ὅταν δὲ ἐγγὺς ᾖ τὸ διακόπτον, οὕτως ἔσωθεν τῷ ἀντικρίῳ παίειν· καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι.
32.8
πρὸς δὲ τὰ μεγάλα μηχανήματα, ἐφʼ οἷς σώματά τε πολλὰ προσάγεται καὶ βέλη ἐξ αὐτῶν ἀφίεται ἄλλα τε καὶ καταπάλται καὶ σφενδόναι, εἰς δὲ τὰς ὀροφίνας οἰκίας καὶ πυρφόρα τοξεύματα, πρὸς δὲ ταῦτα τὰ μηχανήματα πρῶτον μὲν χρὴ τοὺς ἐν τῇ πόλει κρυφαίως ὑπορύσσειν κατὰ τὰς προσαγωγὰς τοῦ μηχανήματος, ἵνα οἱ τροχοὶ τῶν μηχανημάτων ἐμπίπτοντες δύνωσιν εἰς τὰ ὑπορύγματα· ἔπειτα ἔσωθεν ἀνταείρειν ἐκ φορμῶν πληρουμένων ψάμμου καὶ λίθων ἐκ τῶν ὑπαρχόντων ἔρυμα, ὅπερ τοῦ τε μηχανήματος ὑπερέξει καὶ τὰ ἐκ τῶν ἐναντίων βέλη ἀργὰ ποιήσει.
32.9
προκαλύπτειν δὲ ἅμα τούτοις καὶ πυκνὰ παραπετάσματα ἢ ἱστία, ἐρύματα τῶν εἰσαφιεμένων βελῶν, ἅπερ σχήσει τε τὰ ὑπερπίπτοντα τῶν βελῶν, καὶ ῥᾳδίως συλλεγήσεται,
32.10
χαμαιπετὲς δὲ μηδὲν ἔσται. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ᾗ ἂν ἄλλῃ τοῦ τείχους ὑπερπετῆ γιγνόμενα τὰ βέλη τοὺς ὑπηρετοῦντάς τε καὶ τοὺς διαπορευομένους βλάπτῃ καὶ τιτρώσκῃ.
32.11
ᾗ δὲ ἂν τοῦ τείχους χελώνη προσαχθεῖσα δύνηταί τι τοῦ τείχους διορύξαι ἢ καταβαλεῖν, ταύτῃ χρὴ ἀντιοῦσθαι παρεσκευασμένον.
32.12
πρὸς μὲν τὸ διόρυγμα πῦρ ποιεῖν πολύ, πρὸς δὲ τὸ πέσημα τοῦ τείχους τάφρον ἔσωθεν ὀρύσσειν, ἵνα μὴ εἰσέλθωσιν· καὶ ἅμα ἀνταείρειν τειχίον τειχίζοντα πρότερον ἢ πεσεῖν τὸ τεῖχος, ᾗ διορύσσεται, ἂν μὴ ἄλλως δύνῃ κωλύειν.
Ἔμπρησις
33.1
Χρὴ δὲ ταῖς προσενεχθείσαις χελώναις ἐπιχεῖν πίσσαν καὶ στυππεῖον καὶ θεῖον ἐπιβάλλειν, ἔπειτα φλογωθέντα φάκελλον καὶ ἐξάψαντα ἐπαφιέναι σχοίνῳ ἐπὶ τὴν χελώνην. τὰ δὲ τοιαῦτα προτεινόμενα ἀπὸ τοῦ τείχους ἐπιβάλλεται τοῖς προσαγομένοις μηχανήμασι. πιμπράναι χρὴ ταῦτα ὧδε.