Thesauros Edebiyat military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
10.18 τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν, ὅτʼ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι ὑπὸ τῶν πολεμίων ἢ ὅτʼ ἂν ὑπερκεράσαι βουλώμεθα τοὺς πολεμίους· τὸ δʼ ὑπερκεράσαι ἐστὶν τὸ τῷ κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέρας— τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος διʼ ὀλιγότητα ἀνδρῶν, ὡς, ὅτʼ ἄν γε καθʼ ἑκάτερον κέρας ὑπερβάλλωσιν, ὑπερφαλαγγεῖν λέγεται.
10.19 κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅτʼ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος.
10.20 ἀποκαταστῆσαι δὲ ὅτʼ ἂν βουλώμεθα ἐπὶ τὰ ἐξ ἀρχῆς, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφʼ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.
10.21 γίνεται δὲ ἐκ τῶν τοιούτων σχηματισμῶν φάλαγξ τοτὲ μὲν τετράγωνος, τοτὲ δὲ παραμήκης καὶ ἤτοι πλαγία, ὅτʼ ἂν τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ᾖ, ἢ ὀρθία ὅτʼ ἂν ἀνάπαλιν τὸ βάθος τοῦ μήκους· τούτων δʼ ἀνὰ μέσον ἡ λοξή, ἡ θἄτερον κέρας πλησίον ἔχουσα τῶν πολεμίων καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, θἄτερον δʼ ἐν ἀποστάσει διʼ ὑποστολῆς ἔχουσα, δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν.
10.22 πολλὰ δὲ καὶ ἄλλα σχήματα οὐ μόνον ἐν ταῖς μάχαις, ἀλλὰ κἀν ταῖς πορείαις ἴσχει πρὸς τὰς ἐξαίφνης τῶν πολεμίων ἐφόδους· καταδιαιρεῖται γὰρ εἰς τὰ μέρη τοτὲ μὲν τὰ μείζω, τοτὲ δὲ τὰ ἐλάττω, οἷον κέρατα καὶ ἀποτομάς, ὥστʼ ἐν τῇ συζεύξει τὰς μοίρας τοτὲ μὲν ἀντιστόμους γενέσθαι, τοτὲ δὲ ἀμφιστόμους, ἄλλοτε δὲ ὁμοιοστόμους ἢ ἑτεροστόμους.
10.22 ἢ γὰρ ἐξ ἑνὸς μέρους ὑφορῶνται τοὺς πολεμίους ἢ ἐκ δυεῖν ἢ τριῶν ἢ πανταχόθεν, περὶ ὧν ἑξῆς εἴρηται.

Περὶ πορειῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi