Thesauros Edebiyat military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
12.11 τὰ μέντοι διὰ φωνῆς σύντομά τε εἶναι δεῖ καὶ ἀναμφίβολα. τοῦτο ἂν γένοιτο, εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν· ἀμφίβολα γὰρ τὰ κοινά· οἷον οὐκ ἂν φήσαιμεν κλῖναι ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ κλῖναι, ἵνα μὴ διὰ τὴν προθυμίαν οἱ μὲν ἐπʼ ἄλλο, οἱ δὲ ἐπʼ ἄλλο τῆς κλίσεως προειρημένης νεύσωσιν, ἀλλʼ ὁμοῦ τὸ αὐτὸ ποιήσωσιν· ὡς δὲ οὐδὲ μεταβάλλου ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ μεταβάλλου φήσαιμεν, οὐδʼ ἐξέλισσε τὸν Λάκωνα, ἀλλʼ ἀνάπαλιν τὸν Λάκωνα ἐξέλισσε καὶ
12.11 παράστηθι ἐπὶ τὰ ὅπλα. ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. ἡσυχία δὲ ἔστω καὶ προσέχετε τῷ παραγγέλματι. ὑπόλαβε τὴν σκευήν· ἀνάλαβε. διάστηθι. ἀνάλαβε τὸ δόρυ. στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν ἡγούμενον. ὁ οὐραγὸς ἀπευθυνέτω τὸν ἴδιον λόχον. συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕτως. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸ βάθος ἡμισίαζε, ἀποκατάστησον. τὸ μῆκος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπίστρεφε, ἀποκατάστησον. ἐπὶ δόρυ περίσπα, ἀποκατάστησον ἢ ἐπικατάστησον, κατὰ τὰ αὐτὰ καὶ ἐπʼ ἀσπίδα.
12.11 αὗται διὰ βραχέων αἱ τοῦ τακτικοῦ καθηγήσεις, τοῖς μὲν χρωμένοις σωτηρίαν πορίζουσαι, τοῖς δʼ ἐναντίοις κινδύνους ἐπάγουσαι.
← Önceki 24 / 24

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi