10.7
Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας· αἱ γὰρ μέγισται συμφοραὶ κἂν τοιοῖσδε γίγνονται· πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχωροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτʼ ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν.
10.8
εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτʼ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται, μένοντες δὲ ἐν τάξει παραφυλάξουσι τοὺς προνομεύοντας, ἵνʼ ᾖ σφισιν ἀσφαλὴς ἡ ἀποχώρησις.
10.9
Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ· ἀλλ̓, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτου, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας. τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δʼ ἐλαττώματα θαρρεῖν παρεστήσατο. δ. Περὶ νυκτοφυλάκων
10.10
Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵνʼ ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται· οὔτε γὰρ ἀναγκαστέον οὔθʼ ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς· εἰκὸς γάρ π̣̣̔̓τε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν.
10.11
ὀρθοὶ δʼ ἑστῶτες φυλαττόντων· αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δʼ ἀνάστασις καὶ ὁ τόνος τῶν σκελῶν ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ.