Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
20.1 Ὅπως δεῖ, ἐὰν ἀπορῇ ψιλῆς συμμαχίας ὁ στρατηγός, οἱ δὲ πολέμιοι εὐπορῶσιν, ἐπιφέρεσθαι αὐτοῖς Εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους· οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται δεινὸν ὑπὸ τῶν ἑκηβόλων.
20.2 εἰ δὲ παρʼ ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν· συνελαύνονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις.
21.1 Περὶ τοῦ μὴ εἰς πολὺ μῆκος ἐκτείνειν τὴν φάλαγγα τὰς κυκλώσεις τῶν ἐναντίων φοβουμένους Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ̓ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα —ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων· τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα—, μήθʼ οὕτως ἐπʼ οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστʼ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν.
21.2 ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν· οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατʼ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi