21.8
βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών· ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατʼ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατʼ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.
21.9
Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ̓ αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν· ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφʼ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παρʼ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.
22.1
Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ ἔχειν ἐγκρύμματα Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵνʼ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.
22.2
γίγνοιτο δʼ ἄν τι καὶ τούτου χρησιμώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν σκοπῶν ἀναστάντας ἐπείγεσθαι· καὶ μάλιστα τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ· δόξαντες γὰρ οἱ πολέμιοι τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον ἐπιέναι πλῆθος νομίζοντες.