Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
39.4 Εἰ δʼ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλʼ αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος.
39.5 ἐπελθόντα δʼ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ̓ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλʼ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δʼ ὅτʼ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον·
39.6 αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν· οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν χρονιζομένων εἶναι δοκεῖ.
39.7 διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.

Περὶ πολιορκίας

40.1 Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτʼ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ,
40.2 τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότʼ ἂν αὐτῷ δόξῃ, ὁ δʼ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότʼ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον.
40.3 καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi