Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
42.3 Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρατηγός. οὐ γὰρ ἐπʼ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ καταπέλτας· τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς ὀργανικὰς κατασκευάς.
42.4 στρατηγοῦ δʼ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς· καθʼ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς—οὐδὲ γὰρ ἄλλως ἄν τις εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν· οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν·
42.5 ἄν τε γὰρ ἀμελήσαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες οὐδὲ μάχεσθαι τούτοις τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον κακὸν ἀποκρούεσθαι.
42.6 διόπερ καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν μὲν καὶ σκιάζειν εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα δεῦρο κἀκεῖσε πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι τὸ πᾶν σῶμα τῆς πόλεως. δ. Πῶς χρὴ διατελεῖν ἐπείγοντα τὰ τῆς πολιορκίας
42.7 Εἰ δʼ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’ ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi