Thesauros Edebiyat military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
42.14 Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρʼ ὃν ἀναπαύεται χρόνον — οὗτος δ’ ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς. Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται
42.15 Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν· εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν.
42.16 ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς ῥᾷον ἀναβαίνειν εἴτε δἰ αὐτῆς τῆς δυσχωρίας, εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως· ὑποκαταβάντες γὰρ ἐντὸς τείχους ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν. ζ. Περὶ τῆς ἀπὸ τῶν σαλπίγγων ὠφελείας
42.17 Μέγα δʼ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν· ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν· ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος· οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι. η. Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ ἑλεῖν τὴν πόλιν
42.18 Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi