Kitap 1
12
Ἀριστόξενος δ’ ὁ Κυρηναῖος φιλόσοφος, ὁ ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ’ οὗ καὶ κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ.
13
Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδὸν Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα· καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης (μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης) μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας. ὁ γοῦν παρ’ Εὔφρονι τῷ κωμικῷ μάγειρός φησιν (IV 494 M)· ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου, ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν. Β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; Α. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρὰ τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος, ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν, περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν. καὶ Νικομήδης γογγυλίδα μασώμενος ἀφύης τοτ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει· ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.