Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 1

19 ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ’ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι ὃ λέγει ἄριστον· οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ· Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ’ ἄριστον κειαμένω πῦρ, καὶ ἅπαξ ἐν Ἰλιάδι· ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον. λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης· ἄριστον ἐν ὅσῳ ὁ μάγειρος ποιεῖ, εἶτ’ ἐπάγει· συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ; καὶ Κάνθαρος· α. οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. β. μηδαμῶς· Ἰσθμοῖ γὰρ ἀριστήσομεν. Ἀριστομένης· ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν ἄρτου δὶς ἢ τρὶς ἀποδακών. Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ’ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ’ ἄριστον δεῖπνον τὸ δ’ ἑσπέρισμα δορπηστόν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ’ ἡ τάξις καὶ παρ’ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα. τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηται σὺ δ’ ἔρχεο δειελιήσας, ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ τοῦ ὑφ’ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη· οἱ δ’ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο. μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi