Kitap 1
30
τῶν δ’ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ’ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν (fr. 174 N)· ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί. καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ (fr. 141 N)· ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο. Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων (I 350 K)· ΑΛΚ. μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. Β. πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι. ΑΛΚ. ..... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ᾽πιπίνειν; Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών. ΑΛΚ. εἶεν· τίς εἶπεν ‘ἀμίδα παῖ’ πρῶτος μεταξὺ πίνων; Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου. παρ’ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ’ ἐν Ὀδυσσείᾳ (Od. 8.75) φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων ‘χαῖρε νόῳ’, ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ’ οὐδ’ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον (Od. 20.299).
31
καθέζονται δ’ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. τοῦτο δὲ καὶ παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις (FGH II 474). ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας ἱματίοις. Ἡγήσανδρος δέ φησιν (FGH IV 419) οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν· ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντε καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός.