Kitap 1
33
Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ κάλλει στίλβων, ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει. ἀλλ’ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο. καὶ πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε. παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι. δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιὰς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ’ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι· κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον.
34
ὅτι Ἀριστόνικον τὸν Καρύστιον, τὸν Ἀλεξάνδρου σφαιριστήν, Ἀθηναῖοι πολίτην ἐποιήσαντο διὰ τὴν τέχνην καὶ ἀνδριάντα ἀνέστησαν. τὰς γὰρ βαναύσους τέχνας Ἕλληνες ὕστερον περὶ πλείστου μᾶλλον ἐποιοῦντο ἢ τὰς κατὰ παιδείαν γινομένας ἐπινοίας. Ἑστιαιεῖς γοῦν καὶ Ὠρεῖται Θεοδώρου τοῦ ψηφοκλέπτου ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν ψῆφον κρατοῦσαν· ὡς δ’ αὕτως Μιλήσιοι Ἀρχελάου τοῦ κιθαριστοῦ. ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκών, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ’ ἧς ἐπιγέγραπται· Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός, ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καὶ οἱ κλέος οὐρανόμηκες. χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας ὑπὸ. τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατασκάπτων , φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ ἀνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο.