Kitap 1
43
ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται. φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα (Il. 9.486)· ‘οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.’ καὶ ἀλλαχοῦ (Od. 3.9)· ‘εὖθ’ οἳ σπλάγχν’ ἐπάσαντο.’ τῶν γὰρ σπλάγχνων ἀπογεύονται μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος. καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί ( Il. 24.641)· ‘νῦν δὴ καὶ σίτου πασάμην.’ οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον· εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος. διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς ‘κεῖτ’ ἄσιτος, ἄπαστος (Od. 4.788).’ ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον· αὐτὰρ ἐπεὶ σίτου τάρφθεν Od. 6.99 καὶ ‘ἐδητύος ἐξ ἔρον ἕντο ( Od. 4.68).’ οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος (fr. 261 Sch)· μύθου δὲ πασαίμην ἥδιον. Ἐρατοσθένης (fr. 35 H)· ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο.
44
‘ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ’ φησὶν ὁ Θηβαῖος μελοποιός (fr. 241 B4). ἔτι περὶ τοῦ τῶν ἡρώων βίου.
44
ὅτι Σέλευκός φησι τὴν παρ’ Ὁμήρῳ δαῖτα θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι· τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι.