Kitap 1
44
ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ (FHG IV 359) τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. σφαιρίζουσι δὲ παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες. καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο· Od. 4.626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες. τὸ γὰρ τερπνὸν τὴν κακοπάθειαν κουφίζει. καὶ ἐπὶ κυνηγέσια δὲ ἐξίασιν οἱ νέοι πρὸς μελέτην τῶν πολεμικῶν κινδύνων καὶ ἐπὶ θήρας παντοίας, ἀφ’ ὧν ῥωμαλεώτεροι καὶ ὑγιεινότεροι διετέλουν, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι ἀκοντίζουσιν Il. 12.43 . ἴσασι δὲ καὶ λουτρὰ ἄκη πόνων παντοῖα, κόπον μὲν θαλάττῃ λύοντες, ἣ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος, ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτ᾽ ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρυμμένα γίνεσθαι τὰ σώματα. οἱ γοῦν ἀπὸ τῆς σκοπιῆς ἐπανελθόντες ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς Il. 10.572 , καὶ οὕτως ἀναψύξαντες ‘ἐς ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο καὶ ἀλειψάμενοι λίπ᾽ ἐλαίῳ δείπνῳ ἐφιζανέτην.’ ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων· Od. 10.362 θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς· διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι (fr. 219 R) ζητῶν, διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων.