Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 1

45 παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα. ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν (Od. 7.127). ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο· Il. 11.630 ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον. ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων (Od. 7.120)· ‘ὄγχνη γὰρ ἐπ’ ὄγχνῃ που γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.’ διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει (Od. 7.114)· ‘ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.’ τὰ δ’ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων (Od. 5.238)· ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τ’ αἴγειρός τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης. ἀρχαιοτέρα δ’ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας· εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων (Plat. Phaedr. p. 230), καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δ᾽ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι (Od. 24.340)· ‘ὄγχνας μοι δῶκας τρισκαίδεκα’ καὶ τὰ ἑξῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi