Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 1

48 ὅτι παρ’ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης ὁ Μιτυληναῖος (fr. 13 M), ὃς καλεῖται Σοροάδειος· ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.
49 ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει (II 115 K)· ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός, — — — — — — μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι. Ἕρμιππος δ’ οὕτως (I 243 K)· ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ’ οἴνοπα πόντον, ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον· ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη· ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι· καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν· ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν· ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτὰρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα· ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός· Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν· Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi